Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.270 | Dem. 18.275 (English) | >>Dem. 18.278 |
18.273εἰ δὲ παρῆτε μὲν ἐν ταῖς ἐκκλησίαις ἁπάσαις , ἀεὶ δʼ ἐν κοινῷ τὸ συμφέρον ἡ πόλις προὐτίθει σκοπεῖν , πᾶσι δὲ ταῦτʼ ἐδόκει τότʼ ἄριστʼ εἶναι , καὶ μάλιστα σοί (οὐ γὰρ ἐπὶ εὐνοίᾳ γʼ ἐμοὶ παρεχώρεις ἐλπίδων καὶ ζήλου καὶ τιμῶν , ἃ πάντα προσῆν τοῖς τότε πραττομένοις ὑπʼ ἐμοῦ , ἀλλὰ τῆς ἀληθείας ἡττώμενος δηλονότι καὶ τῷ μηδὲν ἔχειν εἰπεῖν βέλτιον ), πῶς οὐκ ἀδικεῖς καὶ δεινὰ ποιεῖς τούτοις νῦν ἐγκαλῶν ὧν τότʼ οὐκ εἶχες λέγειν βελτίω ;
18.274παρὰ μὲν τοίνυν τοῖς ἄλλοις ἔγωγʼ ὁρῶ πᾶσιν ἀνθρώποις διωρισμένα καὶ τεταγμένα πως τὰ τοιαῦτα . ἀδικεῖ τις ἑκών · ὀργὴν καὶ τιμωρίαν κατὰ τούτου . ἐξήμαρτέ τις ἄκων · συγγνώμην ἀντὶ τῆς τιμωρίας τούτῳ . οὔτʼ ἀδικῶν τις οὔτʼ ἐξαμαρτάνων εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν ἑαυτὸν δοὺς οὐ κατώρθωσεν μεθʼ ἁπάντων · οὐκ ὀνειδίζειν οὐδὲ λοιδορεῖσθαι τῷ τοιούτῳ δίκαιον , ἀλλὰ συνάχθεσθαι .
18.275φανήσεται ταῦτα πάνθʼ οὕτως οὐ μόνον ἐν τοῖς νόμοις , ἀλλὰ καὶ ἡ φύσις αὐτὴ τοῖς ἀγράφοις νομίμοις καὶ τοῖς ἀνθρωπίνοις ἤθεσιν διώρικεν . Αἰσχίνης τοίνυν τοσοῦτον ὑπερβέβληκεν ἅπαντας ἀνθρώπους ὠμότητι καὶ συκοφαντίᾳ , ὥστε καὶ ὧν αὐτὸς ὡς ἀτυχημάτων ἐμέμνητο , καὶ ταῦτʼ ἐμοῦ κατηγορεῖ .
καὶ πρὸς τοῖς ἄλλοις , ὥσπερ αὐτὸς ἁπλῶς καὶ μετʼ εὐνοίας πάντας εἰρηκὼς τοὺς λόγους , φυλάττειν ἐμὲ καὶ τηρεῖν ἐκέλευεν , ὅπως μὴ παρακρούσομαι μηδʼ ἐξαπατήσω , δεινὸν καὶ γόητα καὶ σοφιστὴν καὶ τὰ τοιαῦτʼ ὀνομάζων , ὡς ἐὰν πρότερός τις εἴπῃ τὰ προσόνθʼ ἑαυτῷ περὶ ἄλλου , καὶ δὴ ταῦθʼ οὕτως ἔχοντα , καὶ οὐκέτι τοὺς ἀκούοντας σκεψομένους τίς ποτʼ αὐτός ἐστιν ὁ ταῦτα λέγων . ἐγὼ δʼ οἶδʼ οἶδʼ ὅτι γιγνώσκετε τοῦτον ἅπαντες , καὶ πολὺ τούτῳ μᾶλλον ἢ ἐμοὶ νομίζετε ταῦτα προσεῖναι .
18.276
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.270 | Dem. 18.275 (English) | >>Dem. 18.278 |